The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
  2. κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.
Ποσειδῶν
  1. μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
  2. ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
Ἀθήνα
  1. οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,
  2. πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
Ποσειδῶν
  1. ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
  2. ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;
Ἀθήνα
  1. ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους
  2. καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
Ποσειδῶν
  1. μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
  2. πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;
Ἀθήνα
  1. τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,