The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
  2. τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
  3. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·
  4. ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
  5. ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
  6. κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
  7. τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
  8. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
  9. λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
  10. ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,
  11. ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
  12. πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ
  13. ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται
  14. κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
  15. τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
  16. ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
  17. οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
  18. οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
  19. γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει
  20. παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν,