The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.
- κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
- τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
- ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
- λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
- ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,
- ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
- πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ
- ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται
- κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
- τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·
- ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη
- οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον