The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λάθρα τέθνηκε τλημόνως Πολυξένη·
- φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον
- μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
- τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς
- γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
- ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
- ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν
- Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
- ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
- μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,
- λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
- ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
- ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.
- ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
- κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.
- μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
- ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
- οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,
- πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
- ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν