The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἰκτρὰ τύχα
Ἀνδρομάχη
  1. πόλεος,
Ἑκάβη
  1. ἃ καπνοῦται.
Ἀνδρομάχη
  1. μόλοις, ὦ πόσις, μοι —
Ἑκάβη
  1. βοᾷς τὸν παρʼ Ἅιδᾳ
  2. παῖδʼ ἐμόν, ὦ μελέα.
Ἀνδρομάχη
  1. σᾶς δάμαρτος ἄλκαρ.
Ἑκάβη
  1. σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν,
  2. τέκνων δέσποθʼ ἁμῶν,
  3. πρεσβυγενὲς Πρίαμε,
  4. κοίμισαί μʼ ἐς Ἅιδου.
Ἀνδρομάχη
  1. οἵδε πόθοι μεγάλοι ---
Ἑκάβη
  1. σχετλία, τάδε πάσχομεν ἄλγη.
Ἀνδρομάχη
  1. οἰχομένας πόλεως ---
Ἑκάβη
  1. ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.
Ἀνδρομάχη
  1. δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
  2. ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
  3. πέργαμα Τροίας· αἱματόεντα δὲ
  4. θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
  5. γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε