The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δύστανε γύναι, πάρεδρος χαλκέοις
  2. Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
  3. δοριθηράτοις,
  4. οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
  5. στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀνδρομάχη
  1. Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.
Ἑκάβη
  1. οἴμοι.
Ἀνδρομάχη
  1. τί παιᾶνʼ ἐμὸν στενάζεις;
Ἑκάβη
  1. αἰαῖ —
Ἀνδρομάχη
  1. τῶνδʼ ἀλγέων —
Ἑκάβη
  1. ὦ Ζεῦ —
Ἀνδρομάχη
  1. καὶ συμφορᾶς.
Ἑκάβη
  1. τέκεα,
Ἀνδρομάχη
  1. πρίν ποτʼ ἦμεν.
Ἑκάβη
  1. βέβακʼ ὄλβος, βέβακε Τροία
Ἀνδρομάχη
  1. τλάμων.
Ἑκάβη
  1. ἐμῶν τʼ εὐγένεια παίδων.
Ἀνδρομάχη
  1. φεῦ φεῦ.
Ἑκάβη
  1. φεῦ δῆτʼ ἐμῶν
Ἀνδρομάχη
  1. κακῶν.