The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δούλια Τροίᾳ.
Ἑκάβη
  1. ὦ πατρίς, ὦ μελέα ---
Ἀνδρομάχη
  1. καταλειπομέναν σε δακρύω,
Ἑκάβη
  1. νῦν τέλος οἰκτρὸν ὁρᾷς.
Ἀνδρομάχη
  1. καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.
Ἑκάβη
  1. ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
  2. οἷος ἰάλεμος, οἷά τε πένθη
  3. ---
  4. δάκρυά τʼ ἐκ δακρύων καταλείβεται
  5. ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-
  6. λάθεται ἀλγέων ἀδάκρυτος.
Χορός
  1. ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
  2. θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.
Ἀνδρομάχη
  1. ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ
  2. πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;
Ἑκάβη
  1. ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω
  2. τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.
Ἀνδρομάχη
  1. ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς
  2. ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.
Ἑκάβη
  1. τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ