The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λάθρα τέθνηκε τλημόνως Πολυξένη·
- φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον
- μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
- τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς
- γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
- ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
- ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν
- Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
- ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
- μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,
- λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
- ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
- ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.