The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ
- δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων
- μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
- ἀμφί μοι Ἴλιον, ὦ
- Μοῦσα, καινῶν ὕμνων
- ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·
- νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
- τετραβάμονος ὡς ὑπʼ ἀπήνας
- Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
- ὅτʼ ἔλιπον ἵππον οὐράνια
- βρέμοντα χρυσεοφάλαρον ἔνο-
- πλον ἐν πύλαις Ἀχαιοί·
- ἀνὰ δʼ ἐβόασεν λεὼς
- Τρῳάδος ἀπὸ πέτρας σταθείς·
- Ἴτʼ, ὦ πεπαυμένοι πόνων,
- τόδʼ ἱερὸν ἀνάγετε ξόανον
- Ἰλιάδι Διογενεῖ κόρᾳ.
- τίς οὐκ ἔβα νεανίδων,
- τίς οὐ γεραιὸς ἐκ δόμων;
- κεχαρμένοι δʼ ἀοιδαῖς