The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δόλιον ἔσχον ἄταν.
Χορός
  1. πᾶσα δὲ γέννα Φρυγῶν
  2. πρὸς πύλας ὡρμάθη,
  3. πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
  4. καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
  5. χάριν ἄζυγος ἀμβροτοπώλου·
  6. κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
  7. σκάφος κελαινόν, εἰς ἕδρανα
  8. λάινα δάπεδά τε φόνια πατρί-
  9. δι Παλλάδος θέσαν θεᾶς.
  10. ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
  11. νύχιον ἐπεὶ κνέφας παρῆν,
  12. Λίβυς τε λωτὸς ἐκτύπει
  13. Φρύγιά τε μέλεα, παρθένοι δʼ
  14. ἀέριον ἀνὰ κρότον ποδῶν
  15. βοὰν ἔμελπον εὔφρονʼ, ἐν
  16. δόμοις δὲ παμφαὲς σέλας
  17. πυρὸς μέλαιναν αἴγλαν
  18. ἄκος ἔδωκεν ὕπνῳ.
Χορός
  1. ἐγὼ δὲ τὰν ὀρεστέραν