The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.
- τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
- δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.
- ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,
- τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
- κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
- ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν
- ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
- τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
- πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.
- οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
- γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.
- ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
- οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
- σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;
- ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ
- πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
- τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;
- ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,
- νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ