The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
- ὦ θεοί --- κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
- ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,
- ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
- πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·
- τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.
- ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,
- κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,
- οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·
- οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος
- γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
- κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ
- τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
- καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
- κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν
- αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,
- πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους
- ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
- ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.
- κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,