The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
  2. στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
  3. ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
  4. ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
  5. κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην
  6. ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
  7. θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
  8. ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,
  9. χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.
  10. ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα
  11. δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.
  12. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή;
  13. οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,