The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.
- χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,
- οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,
- οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος
- καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
- Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
- δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
- οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,
- γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.
- ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —
- κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια
- πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.
- ὦ θεοί --- κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,