The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
  2. δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
  3. πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν
  4. ---
  5. οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
  6. δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης
  7. Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια
  8. Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,
  9. λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,
  10. αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
  11. πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
  12. ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
  13. κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.