The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
  2. πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
  3. σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
  4. ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
  5. γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
Κασάνδρα
  1. ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
  2. κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
  3. οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
  4. σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
  5. ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,
  6. οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
  7. αὐτοῦ θανεῖσθαι; --- τἄλλα δʼ οὐκ ὀνειδιῶ.
  8. δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·