The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι
  2. αὐτοῦ θανεῖσθαι; --- τἄλλα δʼ οὐκ ὀνειδιῶ.
  3. δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·
  4. ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ
  5. δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
  6. πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν
  7. ---
  8. οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
  9. δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης
  10. Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια
  11. Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,
  12. λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,
  13. αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
  14. πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
  15. ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ
  16. κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
Κασάνδρα
  1. ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
  2. στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
  3. ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
  4. ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.