The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
- τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
- ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
- οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
- ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
- Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
- μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
- ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
- καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
- Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
- ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι
- πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
- σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος
- ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις
- γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
- ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα
- κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
- οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
- σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως
- ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,