The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
- μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
- εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
- οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
- τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
- ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
- οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
- ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
- Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον
- μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,
- ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.
- καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
- Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις