The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
  2. χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
  3. ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
  4. ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
  5. ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
  6. τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·
  7. δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
  8. καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·
  9. εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
  10. Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,
  11. σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
  12. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·
  13. εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
  14. καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
  15. ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
  16. οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ
  17. καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
Χορός
  1. ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
  2. μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.
Ταλθύβιος
  1. εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,