The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.
- πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
- βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
- καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
- εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.
- ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
- ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
- στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς
- Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.
- τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,
- πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
- δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
- ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου