The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
  2. ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
  3. τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
  4. τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
  5. καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
  6. ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
  7. ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
  8. οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
  9. οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
  10. πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
  11. κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·
  12. χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις
  13. ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
  14. ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
  15. ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
  16. σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
  17. γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
  18. Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
  19. ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
  20. νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο