The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
- ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
- ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
- τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
- μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,
- καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
- καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,
- ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
- Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
- ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
- κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
- ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ ---
- ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
- ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
- μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
- θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
- πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
- ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως
- τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
- οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,