The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·
- οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
- θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
- ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
- τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν
- τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
- καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.
- ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,
- ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι
- οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,
- οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
- πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
- κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·