The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις
- ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις
- ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
- ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —
- σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι
- γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
- Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
- ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,
- νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο
- ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
- χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·
- ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
- ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις