The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·
  2. καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,
  3. ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,
  4. Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
  5. ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
  6. κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους
  7. ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ ---
  8. ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,
  9. ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·
  10. μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι
  11. θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.
  12. πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
  13. ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως