The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
- Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
- ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
- ἔξω τε μεγάλων ἐλπίδων.
- οἴμοι, τέκνον,
- ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
- γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
- παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς
- μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,
- ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.
- ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε
- τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
- μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,