The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.
  2. χόρευε, μᾶτερ, ἀναγέλασον·
  3. ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
  4. φέρουσα φιλτάταν βάσιν.
  5. βοάσαθʼ Ὑμέναιον, ὤ,
  6. μακαρίαις ἀοιδαῖς
  7. ἰαχαῖς τε νύμφαν.
  8. ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
  9. κόραι, μέλπετʼ ἐμῶν γάμων
  10. τὸν πεπρωμένον εὐνᾷ
  11. πόσιν ἐμέθεν.
Χορός
  1. βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
  2. μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;
Ἑκάβη
  1. Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
  2. ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα
  3. ἔξω τε μεγάλων ἐλπίδων.
  4. οἴμοι, τέκνον,
  5. ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς
  6. γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.
  7. παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς