The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
  2. κατʼ Ἄργος ἁ γαμουμένα.
  3. Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
  4. ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
  5. γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
  6. φίλαν καταστένουσʼ ἔχεις,
  7. ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
  8. ἀναφλέγω πυρὸς φῶς
  9. ἐς αὐγάν, ἐς αἴγλαν,
  10. διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
  11. διδοῦσʼ, ὦ Ἑκάτα, φάος,
  12. παρθένων ἐπὶ λέκτροις
  13. ᾇ νόμος ἔχει.
  14. πάλλε πόδα.
  15. αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
  16. ὡς ἐπὶ πατρὸς ἐμοῦ
  17. μακαριωτάταις
  18. τύχαις· ὁ χορὸς ὅσιος.
  19. ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
  20. ἀνάκτορον θυηπολῶ,