The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.
- ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα
- φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις
- πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
- πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα
- πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ
- πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
- ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,
- οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.
- ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ
- Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —
- λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·
- ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,