The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δούλαν; ἰώ μοί μοι.
Ταλθύβιος
  1. οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Ἑκάβη
  1. ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
  2. χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
Ταλθύβιος
  1. ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
Ἑκάβη
  1. ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
  2. δας καὶ ἀπὸ χροὸς ἐνδυ-
  3. τῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθύβιος
  1. οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Ἑκάβη
  1. τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
Ταλθύβιος
  1. Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
Ἑκάβη
  1. ταύταν· τῷ πάλος ἔζευξεν;
Ταλθύβιος
  1. τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Ἑκάβη
  1. ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.
  2. ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
  3. θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθύβιος
  1. εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
Ἑκάβη
  1. τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθύβιος
  1. ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
Ἑκάβη
  1. τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,