The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
- Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
- Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς
- ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,
- ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
- Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
- αἰαῖ, τόδε
- τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
- ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.
- αἰαῖ, τίνʼ ἢ
- Θεσσαλίας πόλιν ἢ
- Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
- κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.
- τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς
- Ἰλιάδων μένει;
- οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.
- τοὐμὸν τίς ἆρʼ
- ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
- ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
- ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ