The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
- καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
- ἐγὼ δὲ τῷ
- πρόσπολος ἁ τριτοβάμονος χερὶ
- δευομένα βάκτρου γεραιῷ κάρᾳ;
- Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
- ἒ ἔ.
- ἄρασσε κρᾶτα κούριμον,
- ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.
- ἰώ μοί μοι.
- μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
- πολεμίῳ δίκας, παρανόμῳ δάκει,
- ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ
- ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
- φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.
- γοᾶσθʼ, ὦ Τρῳάδες, με.
- βέβακα δύσποτμος. οἴχομαι ἁ
- τάλαινα, δυστυχεστάτῳ
- προσέπεσον κλήρῳ.
- τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας