The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τῷ τᾶς Τροίας πορθητᾷ.
- τὰν Πηνειοῦ σεμνὰν χώραν,
- κρηπῖδʼ Οὐλύμπου καλλίσταν,
- ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ
- εὐθαλεῖ τʼ εὐκαρπείᾳ·
- τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν
- Θησέως ζαθέαν ἐλθεῖν χώραν.
- καὶ τὰν Αἰτναίαν Ἡφαίστου
- Φοινίκας ἀντήρη χώραν,
- Σικελῶν ὀρέων ματέρʼ, ἀκούω
- καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
- τάν τʼ ἀγχιστεύουσαν γᾶν
- Ἰονίῳ ναύται πόντῳ,
- ἃν ὑγραίνει καλλιστεύων
- ὁ ξανθὰν χαίταν πυρσαίνων
- Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
- εὔανδρόν τʼ ὀλβίζων γᾶν.
- καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς
- κῆρυξ, νεοχμῶν μύθων ταμίας,
- στείχει ταχύπουν ἴχνος ἐξανύων.