The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αἰαῖ
  2. τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ
  3. ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας
  4. ἀρχαγοὺς εἶχον τιμάς;
Χορός
  1. αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις
  2. τὰν σὰν λύμαν ἐξαιάζεις;
  3. οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
  4. δινεύουσʼ ἐξαλλάξω.
  5. νέατον τεκέων σώματα λεύσσω,
  6. νέατον ---
  7. μόχθους ἕξω κρείσσους,
  8. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων ---
  9. ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼ
  10. ἢ Πειρήνας ὑδρευσομένα
  11. πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
  12. τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν
  13. Θησέως εὐδαίμονα χώραν.
  14. μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα,
  15. τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
  16. ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα,