The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δούλα δʼ ἄγομαι
  2. γραῦς ἐξ οἴκων πενθήρη
  3. κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
  4. ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων
  5. ἄλοχοι μέλεαι,
  6. καὶ κοῦραι κοῦραι δύσνυμφοι,
  7. τύφεται Ἴλιον, αἰάζωμεν.
  8. μάτηρ δʼ ὡσεί τις πτανοῖς
  9. ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ
  10. κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
  11. οἵαν ποτὲ δὴ
  12. σκήπτρῳ Πριάμου διερειδομένα
  13. ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
  14. εὐκόμποις ἐξῆρχον θεούς.
Ἡμιχόριον Α
  1. Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
  2. ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
  3. ἄιον οἴκτους οὓς οἰκτίζῃ.
  4. διὰ δὲ στέρνων φόβος ἄισσεν
  5. Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω
  6. δουλείαν αἰάζουσιν.