The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις
- ἄτας κελαδεῖν ἀχορεύτους.
- πρῷραι ναῶν, ὠκείαις
- Ἴλιον ἱερὰν αἳ κώπαις
- διʼ ἅλα πορφυροειδέα καὶ
- λιμένας Ἑλλάδος εὐόρμους
- αὐλῶν παιᾶνι στυγνῷ
- συρίγγων τʼ εὐφθόγγων φωνᾷ
- βαίνουσαι πλεκτὰν Αἰγύπτου
- παιδείαν ἐξηρτήσασθʼ,
- αἰαῖ, Τροίας ἐν κόλποις
- τὰν Μενελάου μετανισόμεναι
- στυγνὰν ἄλοχον, Κάστορι λώβαν
- τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,
- ἃ σφάζει μὲν
- τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων
- Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
- ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
- ὤμοι, θάκους οἵους θάσσω,
- σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.