The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη ---
Ἡμιχόριον Α
  1. κινεῖται κωπήρης χείρ;
  2. οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη
  3. ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
Ἑκάβη
  1. οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.
Ἡμιχόριον Α
  1. ἰὼ ἰώ.
  2. μέλεαι μόχθων ἐπακουσόμεναι
  3. Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων·
  4. στέλλουσʼ Ἀργεῖοι νόστον.
Ἑκάβη
  1. αἶ, αἶ.
  2. μή νύν μοι τὰν
  3. ἐκβακχεύουσαν Κασάνδραν,
  4. αἰσχύναν Ἀργείοισιν,
  5. πέμψητʼ ἔξω,
  6. μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.
  7. ἰώ.
  8. Τροία Τροία δύστανʼ, ἔρρεις,
  9. δύστανοι δʼ οἵ σʼ ἐκλείποντες
  10. καὶ ζῶντες καὶ δμαθέντες.
Ἡμιχόριον Β
  1. οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον