The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
- πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
- κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
- ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
- Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ
- ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν
- εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·
- ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
- ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος
- Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
- ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,
- πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·
- ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται