The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὀττοτοτοτοτοῖ.
  2. Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
  3. πάτερ, ἀνάξια τᾶς Δαρδάνου
  4. γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας;
Χορός
  1. δέδορκεν, ἁ δὲ μεγαλόπολις
  2. ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία.
Ἑκάβη
  1. ὀττοτοτοτοτοῖ.
  2. λέλαμπεν Ἴλιος, Περ-
  3. γάμων τε πυρὶ καταίθεται τέραμνα
  4. καὶ πόλις ἄκρα τε τειχέων.
Χορός
  1. πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-
  2. ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
  3. μαλερὰ μέλαθρα πυρὶ κατάδρομα