The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
  2. ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
  3. ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
  4. ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
  5. Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.
  6. πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
  7. δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
  8. καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
  9. φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
  10. σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθύβιος
  1. ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
  2. ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ
  3. ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.