The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δαΐῳ τε λόγχᾳ.
Ἑκάβη
  1. ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
Χορός
  1. ἓ ἕ.
Ἑκάβη
  1. ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χορός
  1. ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
Ἑκάβη
  1. γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶ
  2. χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορός
  1. διάδοχά σοι γόνυ τίθημι γαίᾳ
  2. τοὺς ἐμοὺς καλοῦσα νέρθεν
  3. ἀθλίους ἀκοίτας.
Ἑκάβη
  1. ἀγόμεθα φερόμεθʼ ---
Χορός
  1. ἄλγος ἄλγος βοᾷς.
Ἑκάβη
  1. δούλειον ὑπὸ μέλαθρον.