The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
  2. ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
  3. ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
  4. στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
  5. ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
  6. χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
  7. σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
  8. πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
  9. σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
  10. ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα
  11. οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Ἑκάβη
  1. οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
  2. καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·