The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
- ἰὼ ἰώ·
- μελέα μήτηρ, ἣ τὰς μεγάλας
- ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
- μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων
- ἀγαθῶν ἐγένου,
- δεινῷ θανάτῳ διόλωλας.
- ἔα ἔα·
- τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς
- λεύσσω φλογέας δαλοῖσι χέρας
- διερέσσοντας; μέλλει Τροίᾳ
- καινόν τι κακὸν προσέσεσθαι.
- αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι