The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰώ μοί μοι.
Ἑκάβη
  1. ὦ φίλταται γυναῖκες ---
Χορός
  1. Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη
  1. οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
  2. Τροία τε πόλεων ἔκκριτον μισουμένη,
  3. μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
  4. ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
  5. ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
  6. μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
  7. χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν·
  8. ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
  9. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
  10. εἰ πλουσίων τις τεύξεται κτερισμάτων·