The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
  2. εἰ πλουσίων τις τεύξεται κτερισμάτων·
  3. κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
Χορός
  1. ἰὼ ἰώ·
  2. μελέα μήτηρ, ἣ τὰς μεγάλας
  3. ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
  4. μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων
  5. ἀγαθῶν ἐγένου,
  6. δεινῷ θανάτῳ διόλωλας.
  7. ἔα ἔα·
  8. τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς
  9. λεύσσω φλογέας δαλοῖσι χέρας
  10. διερέσσοντας; μέλλει Τροίᾳ
  11. καινόν τι κακὸν προσέσεσθαι.
Ταλθύβιος
  1. αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι
  2. Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα
  3. ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
  4. ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
  5. στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.
  6. ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,