The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αἰαῖ.
- νεκρῶν ἴακχον.
- οἴμοι μοι.
- οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
- τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,
- τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ·
- τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
- ἄρασσʼ ἄρασσε κρᾶτα
- πιτύλους διδοῦσα χειρός,
- ἰώ μοί μοι.
- ὦ φίλταται γυναῖκες ---
- Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
- οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
- Τροία τε πόλεων ἔκκριτον μισουμένη,
- μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
- ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,
- ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
- μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
- χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν·
- ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.