The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
- σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
- πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
- σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
- ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα
- οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
- οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον
- καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·
- ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
- ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
- ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
- ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις
- Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.
- πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς
- δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
- καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
- φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι
- σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
- ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
- ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ