The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ
- ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
- δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.
- θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
- βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
- ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε
- πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
- καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
- Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
- ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
- οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
- τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
- μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα