The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
  2. ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
  3. γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
  4. Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε
  5. δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
  6. ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
  7. ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
  8. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
  9. σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
  10. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
  11. ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
  12. ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
  13. ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.